Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.15 Dem. 25.19 (English) >>Dem. 25.21

25.17ἀλλὰ μὴν ὅτι νῦν Ἀριστογείτων τοῖς μὲν τῆς ἐνδείξεως δικαίοις ἅπασιν ἑάλωκεν, ἕτερος δʼ οὐδὲ εἷς ἔστιν ἀνεκτὸς αὐτῷ λόγος, περὶ τούτων ῥᾴδιον διδάξαι. δυοῖν γὰρ ὄντοιν, ἄνδρες Ἀθηναῖοι, ὧν ἕνεκα πάντες τίθενται οἱ νόμοι, τοῦ τε μηδένα μηδὲν μὴ δίκαιόν ἐστι ποιεῖν, καὶ τοῦ τοὺς παραβαίνοντας ταῦτα κολαζομένους βελτίους τοὺς ἄλλους ποιεῖν, ἀμφοτέροις τούτοις οὗτος ἔνοχος ὢν φανήσεται. ἐπὶ μὲν γὰρ οἷς ἐξ ἀρχῆς παρέβη τοὺς νόμους, τὰ ὀφλήματʼ αὐτῷ γέγονεν· ἐπὶ δʼ οἷς οὐκ ἐμμένει τούτοις, νῦν ἐπὶ τὴν παρʼ ὑμῶν ἄγεται τιμωρίαν, ὥστε μηδεμίαν καταλείπεσθαι πρόφασιν διʼ ἣν ἄν τις αὐτὸν ἀφείη. 25.18οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἄρʼ ἐκ τούτων οὐδὲν πόλις βλάπτεται. ἐγὼ γάρ, ὅτι μὲν πάντʼ ἀπόλλυται τὰ τῆς πόλεως ὀφλήματα, εἰ τὰ τούτου σοφίσματα προσδέξεσθε, καὶ ὅτι, εἰ ἄρα δεῖ τινας ἐκ τῶν ὀφειλόντων ἀφιέναι, τοὺς ἐπιεικεστάτους καὶ βελτίστους καὶ τοὺς ἐπὶ τοῖς ἥκιστα δεινοῖς ὠφληκότας, τούτους ἀφιέναι δεῖ, οὐχὶ τὸν πονηρότατον καὶ πλεῖσθʼ ἡμαρτηκότα καὶ 25.19δικαιότατʼ ὠφληκότα καὶ ἐπὶ δεινοτάτοις (τί γὰρ ἂν γένοιτο συκοφαντίας καὶ παρανομίας δεινότερον, ἐφʼ οἷς ἀμφοτέροις οὗτος ὤφληκεν;) καὶ ὅτι οὐδʼ εἰ πᾶσι τοῖς ἄλλοις ἀφίετε, οὐχὶ τῷ βιαζομένῳ δήπου συγχωρῆσαι προσήκει (ὕβρις γὰρ δὴ τοῦτό γε), καὶ πάντα τὰ τοιαῦτʼ ἐάσω· ἀλλʼ ὅτι καὶ πᾶς τῆς πόλεως καὶ τῶν νόμων κόσμος, ἄνδρες Ἀθηναῖοι, συνταράττεται καὶ διαφθείρεται <τὸ> κατὰ τοῦτον, καὶ τοῦτʼ οἶμαι σαφῶς ὑμῖν ἐπιδείξειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.15 Dem. 25.19 (English) >>Dem. 25.21

Powered by PhiloLogic